Ancient Greek · ~2 min
Book 3, ιη′ περὶ τόπου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.126
Not analysed yet
εἰ δὲ αἱ τρεῖς διαστάσεις, ἐπεὶ οὔτε κενὸν ὑπόκειται ἐν τῷ λεγομένῳ τόπῳ οὔτε ἄλλο σῶμα διάστασιν ἔχον, μόνον δὲ τὸ ἐν τόπῳ λεγόμενον εἶναι σῶμα οὐ συνέστηκεν ἐκ τῶν διαστάσεων ἔστι γὰρ τοῦτο μῆκος καὶ πλάτος καὶ βάθος καὶ ἀντιτυπία, ἣ δὴ συμβεβηκέναι λέ- γεται ταῖς διαστάσεσι ταῖς προειρημέναις) ,αὐτὸ τὸ σῶμα ἔσται ἑαυτοῦ τόπος, καὶ τὸ αὐτὸ περιέχον καὶ περιεχόμενον, ὅπερ ἀντ’ ὀπὸν. οὐκ ἄρα ἔστι τις διάστασις τόπου ὑποκειμένου. διὰ δὲ τοῦτο οὐδὲ ἔστι τι ὁ τόπος.