Ancient Greek
Book 3, ιη′ περὶ τόπου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.127
Not analysed yet
ἐρωτᾶται δὲ καὶ οὗτος ὁ λόγος. ἐπεὶ διπλαῖ αἱ διαστάσεις οὐ θεωροῦνται καθ’ ἕκαστον τῶν ἐν τόπῳ εἶναι λεγομένων, ἀλλ’ ‘ὲν μῆκος καὶ ‘ὲν πλάτος καὶ ὲν βάθος, πότερον μόνου τοῦ σώματός εἰσιν αἱ διαστάσεις αὗται ἢ μόνου τοῦ τόπου ἢ ἀμφοτέρων; ἀλλ’ εἰ μὲν μόνου τοῦ τόπου, οὐχ ἔξει τὸ σῶμα ἴδιον μῆκος οὐδὲ πλάτος οὐδὲ βάθος οὐθέν, ὥστε οὐδὲ σῶμα ἔσται τὸ σῶμα, ὅπερ ἄτοπον.