Ancient Greek
Book 3, ιη′ περὶ τόπου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.129
Not analysed yet
πρὸς τούτοις λέγεται, ὅτι ὅτε ἔπεισι τῷ κενῷ τὸ σῶμα καὶ γίνεται τόπος, ἤτοι ὑπομένει τὸ κενὸν ἢ ὑποχωρεῖ ἢ φθείρεται. ἀλλ’ εἰ μὲν ὑπομένει, τὸ αὐτὸ ἔσται καὶ πλῆρες καὶ κενόν· εἰ δὲ ὑποχωρεῖ κινούμενον μεταβατικῶς ἢ φθείρεται μεταβάλλον, σῶμα ἔσται τὸ κενόν· σώματος γὰρ ἴδιά ἐστι ταῦτα τὰ πάθη. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν κενὸν καὶ πλῆρες, ἢ ὅτι σῶμά ἐστι τὸ κενόν. ἄτοπον ἄρα τὸ λέγειν οἷόν τε εἷναι τὸ κενὸν ὑπὸ σώματος κατασχεθῆναι καὶ γενέσθαι τόπον.