Ancient Greek · ~2 min
Book 3, ιη′ περὶ τόπου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.130
Not analysed yet
διὰ δὲ ταῦτα καὶ τὸ κενὸν ἀνυπόστατον εὑρίσκεται, εἴγε μὴ δυνατόν ἐστιν αὐτὸ κατασχεθῆναι ὑπὸ σώματος καὶ γενέσθαι τόπον· ἐλέγετο γὰρ κενὸν εἶναι ὃ οἷόν τε ὑπὸ σώματος κατασχεθῆναι. συμπεριτρέπεται δὲ τούτοις καὶ ἡ χώρα· εἴτε γὰρ ὁ μέγας τόπος ἐστὶ χώρα, συμπεριγράφεται τῷ τόπῳ, εἴτε ἡ κατὰ μέν τι ὑπὸ σώματος κατεχομένη, κατὰ δέ τι κενὴ διάστασις, ἀμροτέροις συναναιρεῖται.