Ancient Greek · ~2 min
Book 3, δ′ περὶ αἰτίου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.13
Not analysed yet
Ἲνα δὲ μὴ καὶ ἡμᾶς βλασφημεῖν ἐπιχειρήσωσιν οἱ δογματικοὶ δι’ ἀπορίαν τοῦ πραγματικῶς ἡμῖν ἀντιλέγειν, κοινότερον περὶ τοῦ ἐνεργητικοῦ αἰτίου διαπορήσομεν, πρότερον ἐπιστῆσαι πειραθέντες τῇ τοῦ αἰτίου ἐπινοίᾳ. ὅσον μὲν οὖν ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν οὐδ’ ἂν ἐννοῆσαί τις τὸ αἴτιον δύναιτο, εἴγε πρὸς τῷ διαφώνους καὶ ἀλλοκότους ἐννοίας τοῦ αἰτίου <ἀποδίδοσθαι> ἔτι καὶ ὑπόστασιν αὐτοῦ πεποιήκασιν ἀνεύρετον διὰ τὴν περὶ αὐτὸ διαφωνίαν.