Ancient Greek · ~2 min
Book 3, δ′ περὶ αἰτίου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.14
Not analysed yet
οἱ μὲν γὰρ σῶμα, οἱ δὲ ἀσώματον τὸ αἴτιον εἶναί φασιν. δόξαι δ’ ἂν αἴτιον εἶναι κοινότερον κατ’ αὐτοὺς δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα, οἷον ὧς ὁ ἥλιος ἢ ἡ τοῦ ἡλίου θερμότης τοῦ χεῖσθαι τὸν κηρὸν ἢ τῆς χύσεως τοῦ κηροῦ. καὶ γὰρ ἐν τούτῳ διαπεφωνήκασιν, οἱ μὲν προσηγοριῶν αἴτιον εἶναι τὸ αἴτιον φάσκοντες, οἶον τῆς χύσεως, οἱ δὲ κατηγορημάτων, οἶον τοῦ χεῖσθαι. διό, καθάπερ εἶπον, κοινότερον ἂν εἴη τὸ αἴτιον τοῦτο δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα.