Ancient Greek · ~2 min
Book 3, ιθ′ περὶ χρόνου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.139
Not analysed yet
καὶ ἄλλως· εἰ δοθείη ψεῦδος μὲν εἶναι τὸ σῶμα εἶναι τὸν χρόνον, ψεῦδος δὲ καὶ τὸ ὅτι ἀσώματός ἐστιν, αὐτόθεν δόθη ἔται ἡ τοῦ χρόνου ἀνυπαρξία· παρὰ γὰρ ταῦτα οὐδὲν εἶναι δύναται ἕτε- ρον. οὔτε τίνες μέν εἰσιν ἀληθεῖς, τίνες δὲ ψευδεῖς δυνατὸν καταλαβεῖν διά τε τὴν ἰσοσθενῆ διαφωνίαν καὶ τὴν ἀπορίαν τὴν κατὰ <τὸ> κριτήριόν τε καὶ τὴν ὥστε διὰ ταῦτα οὐδὲν ἕξομεν περὶ χρόνου διαβεβαιώσασθαι.