Ancient Greek
3.140 to 3.141
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.140-141
Not analysed yet
εἶτα, ἐπεὶ οὐκ ἄνευ κινήσεως ἢ καὶ μονῆς ὁ χρόνος ὑφεστάναι δοκεῖ, τῆς κινήσεως ἀναιρουμένης, ὁμοίως δὲ καὶ τῆς μονῆς, ἀναιρεῖται ὁ χρόνος. οὐδὲν δέ ἧττον καὶ τάδε φασί τινες κατὰ τοῦ χρόνου. εἰ ἐστί <τι> χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. ἀλλ’ εἰ μὲν πεπέρασται, ἀπό τινος χρόνου ἤρξατο καὶ εἰς τινα χρόνον λήξει· διὰ δὲ τοῦτο ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν χρόνος πρὸ τοῦ ἄρξασθαι αὐτόν), καὶ ἔσται ποτὲ χρόνος ὅτε οὐκ ἔσται χρόνος μετὰ τὸ λῆξαι αὐτόν)· ὅπερ ἄτοπον. οὐ τοίνυν πεπέρασται ὁ χρόνος.