Ancient Greek
Book 3, ιθ′ περὶ χρόνου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.143
Not analysed yet
πρὸς τούτοις, εἰ ἔστιν ὁ χρόνος, ἤτοι μεριστός ἐστιν ἢ ἀμέριστος· ἀμέριστος μὲν οὖν οὔκ ἐστιν· διαιριῖται γὰρ εἰς τε τὸν ἐνεστῶτα καὶ εἰς τὸν παρωχηκότα καὶ εἰς τὸν μέλλοντα, ὡς αὐτοί φασιν. ἀλλ’ οὐδὲ μεριστός. ἕκαστον γὰρ τῶν μεριστῶν καταμετρεῖται ὑπό τινος ἑαυτοῦ μέρους, καθ’ ἕκαστον μέρος τοῦ μετρουμένου γινομένου τοῦ μετροῦντος, ὡς ὅταν δακτύλῳ πῆχυν μετρῶμεν. ὁ δὲ χρόνος οὐ δύναται καταμετρεῖσθαι ὑπό τινος ἑαυτοῦ μέσους. εἰ γὰρ ὁ ἐνεστὼς λόγου χάριν καταμετρεῖ τὸν παρῳχημένον, ἔσται κατὰ τὸν παρωχηκότα καὶ διὰ τοῦτο παρῳχηκώς, καὶ ἐπὶ τοῦ μέλλοντος ὁμοίως μέλλων. καὶ ὁ μέλλων εἰ καταμετροίη τοὺς ἄλλους ,ἐνεστὼς ἔσται καὶ παρῳχηκώς, καὶ ὁ παρῳχηκὼς παραπλησίως μέλλων ἔσται καὶ ἐνεστώς· ὅπερ ἀπεμφαίνει. οὐκοῦν οὐδὲ μεριστός ἐστιν. εἰ δὲ μήτε ἀμέριστος μήτε μεριστός, οὐδὲ ἔστιν.