Ancient Greek
Book 3, ιθ′ περὶ χρόνου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.142
Not analysed yet
εἰ δὲ ἄπειρός ἐστιν, ἐπεὶ τὸ μέν τι αὐτοῦ λέγεται παρῳχηκός, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλον, ὁ μέλλων καὶ ὁ παρῳχηὼς ἤτοι εἰσὶν ἢ οὐκ εἰσίν. ἀλλ’ εἰ οὐκ εἰσίν, μόνου τοῦ ἐνεστῶτος ὑπολειπομένου, ὅς ἐστιν ἀκαριαῖος, πεπερασμένος ἔσται ὁ χρόνος καὶ ἀκολουθήσουσιν αἱ ἀρχῆθεν ἀπορίαι· εἰ δὲ ὁ παρῳχηκὼς ἔστι καὶ ὁ μέλλων ἔστιν, ἐνεστὼς ἔσται ἑκάτερος αὐτῶν. ἄτοπον δὲ τὸ λέγειν ἐνεστῶτα τὸν παρωχηκότα καὶ τὸν μέλλοντα χρόνον· οὐκοῦν οὐδὲ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἄπειρος μήτε πεπερασμένος, οὐδὲ ἔστιν ὅλως χρόνος.