Ancient Greek · ~1 min
Book 3, κ′ περὶ ἀριθμοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.151
Not analysed yet
Επεὶ δὲ ὁ χρόνος δοκεῖ μὴ ἄνευ ἀριθμοῦ θεωρεῖσθαι, οὐκ ἂν εἴη ἄτοπον καὶ περὶ ἀριθμοῦ βραχέα διεξελθεῖν. ὅσον μὲν γὰρ ἐπὶ τῇ συνηθείᾳ καὶ ἀδοξάστως ἀριθμεῖν τι φαμὲν καὶ ἀριθμὸν εἶναί τι ἀκούομεν· ἡ δὲ τῶν δογματικῶν περιεργία καὶ τὸν κατὰ τούτου κεκίνηκε λόγον.