Ancient Greek
Book 3, κ′ περὶ ἀριθμοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.152
Not analysed yet
αὐτίκα γοῦν οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ στοιχεῖα τοῦ κόσμου τοὺς ἀριθμοὺς εἷναι λέγουσιν. φασὶ γοῦν, ὅτι τὰ φαινόμενα ἔκ τινος συνέστηκεν ,ἁπλᾶ δὲ εἶναι δεῖ τὰ στοιχεῖα· ἄδηλα ἄρα ἐστὶ τὰ στοιχεῖα. τῶν δὲ ἀδήλων τὰ μέν ἐστι σώματα, ὡς οἱ ἀτμοὶ καὶ οἱ ὄγκοι, τὰ δὲ ἀσώματα, ματα, ὧς σχήματα καὶ ἰδέαι καὶ ἀριθμοί. ὧν τὰ μὲν σώματά ἐστι σύνθετα, συνεστῶτα ἔκ τε μήκους καὶ πλάτους καὶ βάθους καὶ ἀντιτυπίας ἢ καὶ βάρους (cf. Epic. 276 Us.) . οὐ μόνον ἄρα ἄδηλα, ἀλλὰ καὶ ἀσώματά ἐστι τὰ στοιχεῖα.