Ancient Greek · ~1 min
Book 3, κ′ περὶ ἀριθμοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.153
Not analysed yet
ἀλλὰ καὶ τῶν ἄσωμάτων ἕκαστον ἐπιθεωρούμενον ἔχει τὸν ἀριθμόν· ἢ γὰρ ἔν ἐστιν ἢ δύο ἢ πλείω. δι’ ὧν συνάγεται, ὅτι τὰ στοιχεῖα τῶν ὄντων εἰσὶν οἱ ἄδηλοι καὶ ἀσώματοι καὶ πᾶσιν ἐπιθεωρούμενοι ἀριθμοί. καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἤ τε μονὰς καὶ ἡ κατὰ ἐπισύνθεσιν τῆς μονάδος γινομένη ἀόριστος δυάς, ἧς κατὰ μετουσίαν αἱ κατὰ μέρος γίγνονται δυάδες δυάδες.