Ancient Greek
Book 3, κ′ περὶ ἀριθμοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.155
Not analysed yet
καὶ οὕτω τά τε σώματα καὶ ὅλον τὸν κόσμον ἐνειδωλοποιοῦσιν, ὅντινα καὶ διοικεῖσθαί φασι κατὰ ἁρμονικοὺς λόγους, τόν τε διὰ τεσσάρων, ὅς ἐστιν ἐπίτριτος, ὡς ἔχει πρὸς τὰ ἕξ τὰ ὀκτώ, καὶ τὸν διὰ πέντε, ὅς ἐστιν ἡμιόλιος, ὧς ἔχει πρὸς τὰ ἕξ τὰ ἐννέα, καὶ τὸν διὰ πασῶν, ὅς ἐστι διπλάσιος, ὧς ἔχει πρὸς τὰ ἕξ τὰ δώδεκα.