Ancient Greek · ~3 min
Book 3, κ′ περὶ ἀριθμοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.156
Not analysed yet
ταῦτά τε οὖν ὀνειροπολοῦσιν, καὶ ὅτι ἕτερόν τι ἐστὶν ὁ ἀριθμὸς παρὰ τὰ ἀριθμητὰ κατασκευάζουσι, λέγοντες ὅτι εἰ τὸ ζῷον κατὰ τὸν ἑαυτοῦ λόγον ἐστίν, εἰ τύχοι, ἔν, τὸ φυτόν, ἐπεὶ μή ἐστι ζῷον, οὐκ ἔσται ἕν· ἔστι δὲ καὶ <τὸ> φυτὸν ἔν· οὐκ ἄρα ζῷον, <ὡς ζῷον>, ἔν ἐστιν, ἀλλὰ κατά τι ἕτερον ἐπιθεωρούμενον ἔξωθεν αὐτῷ, οὗ μετέχει ἕκαστον καὶ γίνεται δι’ αὐτὸ ἔν. καὶ εἰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ἐπειδὴ ἄωθρωποί εἰσιν οἱ ἀριθμητοὶ καὶ βόες, εἰ τύχοι, καὶ ἵπποι, ἄνθρωποι καὶ βόες καὶ ἵπποι ἔσται ὁ ἀριθμός, καὶ λευκὸς ἀριθμὸς καὶ μέλας καὶ γενειήτης, εἰ τύχοιεν τοιοῦτοι ὄντες οἱ μετρούμενοι.