Ancient Greek
Book 3, κ′ περὶ ἀριθμοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.158
Not analysed yet
ὅτι δὲ οὐδὲν ἔξωθέν ἐστι παρὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός, παραστήσομεν ἐπὶ τῆς μονάδος τὸν λόγον στήσαντες εὐσήμου διδασκαλίας ἕνεκεν. εἰ γὰρ ἔστι τι καθ’ ἑαυτὴν ἡ μονάς, ἧς μετέχον ἕκαστον τῶν μετεχόντων αὐτῆς γίνεται ἔν, ἤτοι μία ἔσται αὐτὴ ἡ μονὰς ἢ τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν. ἀλλ’ εἰ μὲν μία ἐστίν ,πότερον ὅλης αὐτῆς μετέχει ἕκαστον τῶν μετέχειν αὐτῆς λεγομένων ἢ μέρους αὐτῆς; εἰ μὲν γὰρ πᾶσαν ἔχει τὴν μονάδα, εἰ τύχοι, ὁ εἰς ἄνθρωπος ,οὐκέτι ἔσται μονὰς ἧς μεθέξει ὁ εἶς ἵππος ἢ ὁ εἷς κύων ἤ τῶν ἄλλων ἕκαστον ὃ λέγομεν εἶναι ἕν, ὧσπερ καὶ πολλῶν ὑποτεθέντων γυμνῶν ἀνθρώπων,