Ancient Greek
Book 3, κ′ περὶ ἀριθμοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.157
Not analysed yet
ταῦτα δέ ἐστιν ἄτοπα· οὐκ ἄρα τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ἀλλ’ ἰδίαν ὑπόστασιν ἔχει παρὰ ταῦτα, καθ’ ἣν καὶ ἐπιθεωρεῖται τοῖς ἀριθμητοῖς καὶ ἔστι στοιχεῖον. Oὕτως οὖν ἐκείνων συναγαγόντων ,ὅτι ἀριθμὸς οὔκ ἐστι τὰ ἀριθμητά, παρεισῆλθεν ἡ κατὰ τοῦ ἀριθμοῦ ἀπορία. λέγεται γάρ, ὅτι εἰ ἔστιν ἀριθμός, ἤτοι αὐτὰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμὸς ἢ ἕτερόν τι παρὰ ταῦτα ἔξωθεν· οὔτε δὲ αὐτὰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ὧς ἀπέδειξαν οἱ Πυθαγορικοί, οὔτε ἕτερόν τι παρὰ ταῦτα, ὡς ὑπομνήσομεν· οὐδὲν ἄρα ἐστὶν ὁ ἀριθμός.