Ancient Greek · ~1 min
Book 3, κα′ περὶ τοῦ ἠθικοῦ μέρους τῆς φιλοσοφίας.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.168
Not analysed yet
Λείπεται τὸ ἠθικόν, ὅπερ δοκεῖ τὴν διάκρισιν τῶν τε καλῶν καὶ κακῶν καὶ ἀδιαφόρων καταγίγνεσθαι. ἵνα οὖν κεφαλαιωδῶς καὶ περὶ τούτου διαλάβωμεν ,περὶ τῆς ὑπάρξεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων ζητή- σωμεν, τὴν ἔννοιαν ἑκάστου προεκθέμενοι.