Ancient Greek
Book 3, κβ′ περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἅδ’ ιαφόρων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.169
Not analysed yet
Φᾶσίν οὖν οἱ Στωικοὶ (Stoic. fr. III 75 A) ἀγαθὸν εἶναι ὠφέλειαν ἢ οὐχ ἕτερον ὠφελείας, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, ξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον καὶ τὸν φίλον. ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ’ ἀρετὴν ἄντικρύς ἐστιν ὠφέλεια, ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας.