Ancient Greek · ~1 min
Book 3, κγ′ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.179
Not analysed yet
Τὸ πῦρ φύσει ἀλεαῖνον πᾶσι φαίνεται ἀλεαντικόν, καὶ ἡ χιὼν φύσει ψύχουσα πᾶσι φαίνεται ψυκτική, καὶ πάντα τὰ φύσει κινοῦντα ὁμοίως πάντας κινεῖ τοὺς κατὰ φύσιν, ὧς φασίν, ἔχοντας. οὐδὲν δὲ τῶν λεγομένων ἀγαθῶν πάντας κινεῖ ὡς ἀγαθόν, ὡς ὑπομνήσομεν · οὐκ ἄρα ἔστι φύσει ἀγαθόν. ὅτι δὲ οὐδὲν τῶν λεγομένων ἀγαθῶν πάντας ὁμοίως κινεῖ, δῆλον, φασίν.