Ancient Greek · ~2 min
Book 3, κγ′ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.180
Not analysed yet
ἵνα γὰρ τοὺς ἰδιώτας παρῶμεν, ὧν οἱ μὲν εὐεξίαν σώματος ἀγαθὸν εἷναι νομίζουσιν, οἱ δὲ τὸ λαγνεύειν, οἱ δὲ τὸ ἀδηφαγεῖν ,οἱ δὲ οἰνοφλυγίαν, οἱ δὲ τὸ χρῆσθαι κύβοις, οἱ δὲ πλεονεξίαν, οἱ δὲ καὶ χείρωτινὰ τούτων, αὐτῶν τῶν φιλοσόφων τινὲς μὲν τρία γένη φασὶν εἷναι ἀγαθῶν, ὧς οἱ Περιπατητικοί (Div. Aristot. 1[5])· τούτων γὰρ τὰ μὲν εἷναι ψυχὴν ὧς τἀς ἀρετάς, τὰ δὲ περὶ σῶμα ὧς ὑγίειαν καὶ τὰ ἐοικότα, τὰ δὲ ἐκτὸς ὧς φίλους, πλοῦτον,