Ancient Greek · ~2 min
Book 3, κγ′ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.186
Not analysed yet
λείπεται λέγειν, ὅτι περὶ ψυχὴν μόνην τὸ ἀγαθόν ἐστιν. καὶ τοῦτο δὲ ἐξ ὧν οἱ δογματικοὶ λέγουσιν ἀδύνατόν ἐστιν. ἡ γὰρ ψυχὴ τάχα μὲν καὶ ἀνύπαρκτός ἐστιν· εἰ ’δε καὶ ὑπάρχει, ὅσον ἐφ’ οἷς λέγουσιν οὐ καταλαμβάνεται, καθὼς ἐπελογισάμην ἐν τῷ περὶ κριτηρίου λόγῳ (ΙΙ 31 —33). πῶς δ’ ἂν θαρροίη τις ἐν ἐκείνῳ τι γίνεσθαι λέγειν, ὃ μὴ καταλαμβάνει;