Ancient Greek · ~2 min
Book 3, κγ′ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.187
Not analysed yet
ἴνα δὲ καὶ ταῦτα παραλείπωμεν, πῶς ἄρα καὶ λέγουσιν ἐν τῇ ψυχῇ τὸ ἀγαθὸν γίνεσθαι; εἰ γοῦν ὁ Ἐπίκουρος ἐν ἡδονῇ τίθεται τὸ τέλος καί φησι τὴν ψυχήν, ἐπεὶ καὶ πάντα, ἐξ ἀτόμων συνεστάναι, πῶς ἐν ἀτόμων σωρῷ δυνατὸν ἡδονὴν γίγνεσθαι καὶ συγ- κατάθεσιν ἢ κρίσιν τοῦ τόδε μὲν αἱρετὸν εἶναι καὶ ἀγαθόν, τόδε δὲ φευκτὸν καὶ κακόν, ἀμήχανον εἰπεῖν.