Ancient Greek
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.188
Not analysed yet
Πάλιν οἱ Στωικοὶ (Stoic. fr. II 96 Arn.) περὶ ψυχὴν ἀγαθά φασιν εἶναι τέχνας τινὰς, τὰς ἀρετάς· τέχνην δὲ εἶναί φασι (Stoic. fr. I 73 Arn.) σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων ,τὰς δὲ καταλήψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. πῶς οὖν ἐν τῷ ἡγεμονικῷ, πνεύματι κατ’ αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὧς γενέσθαι τέχνην ,οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγινομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειφούσης, ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγεται καθ’ ἑκάστην τύπωσιν.