Ancient Greek · ~4 min
3.19 to 3.21
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.19-21
Not analysed yet
καὶ περιτρέπεται δὲ ὁ λέγων μηδὲν αἴτιον εἶναι· εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ τινὸς αἰτίας τοῦτό φησι λέγειν, ἄπιστος ἔσται· εἰ δὲ διά τινα αἰτίαν, βουλόμενος ἀναιρεῖν τὸ αἴτιον τίθησιν, ἀποδιδόσθω αἰτίαν δι’ ἣν οὐκ ἔστιν αἴτιον. Διὰ ταῦτα μὲν οὖν πιθανόν ἐστιν εἶναι τὸ αἴτιον· ὅτι δὲ καὶ τὸ λέγειν μὴ εἶναί τινός τι αἴτιον πιθανόν ἐστι, φανερὸν ἔσται λόγους ἡμῶν ἐκθεμένων ὀλίγους ἀπὸ πολλῶν ἐπὶ τοῦ παρόντος πρὸς τὴν τούτου ὑπόμνησιν. οἷον γοῦν ἀδύνατόν ἐστι τὸ αἴτιον ἐννοῆσαι πρὶν τὸ ἀπο- τούτου τούτου καταλαβεῖν ὧς ἀποτέλεσμα αὐτοῦ· τότε γὰρ γνωρίζομεν, ὅτι αἴτιόν ἐστι τοῦ ἀποτελέσματος, ὅταν ἐκεῖνο ὧς ἀποτέλεσμα καταλαμβάνωμεν. ἀλλ’ οὐδὲ τὸ ἀποτέλεσμα τοῦ αἰτίου ὧς ἀποτέλεσμα αὐτοῦ καταλαβεῖν δυνάμεθα, ἐὰν μὴ καταλάβωμεν τὸ αἴτιον τοῦ ἀποτελέσματος ὡς αἴτιον αὒτοῦ· τότε γὰρ καὶ ὅτι ἀποτέλεσμά ἐστιν αὐτοῦ γινώσκειν δοκοῦμεν, ὅταν τὸ αἴτιον αὐτοῦ ὧς αἴτιον αὐτοῦ καταλάβωμεν.