Ancient Greek · ~2 min
Book 3, ε′ εἴ ἐστι τὶ τινὸς αἴτιον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.22
Not analysed yet
εἰ οὖν, ἴνα μὲν ἐννοήσωμεν τὸ αἴτιον, δεῖ προεπιγνῶναι τὸ ἀποτέλεσμα, ἴνα δὲ τὸ ἀποτέλεσμα γνῶμεν, x003E; ἔφην, δεῖ προεπίστασθαι τὸ αἴτιον, ὁ διάλληλος τῆς ἀπορίας τρόπος ἄμφω δείκνυσιν ἀνεπινόητα, μήτε τοῦ αἰτίου ὧς αἰτίου μήτε τοῦ ἀποτελέσματος ὡς ἀποτελέσματος ἐπινοεῖσθαι δυναμένου· ἑκατέρου γὰρ αὐτῶν δεομένου τῆς παρὰ θατέρου πίστεως, οὐχ ἕξομεν ἀπὸ τίνος αὐτῶν ἀρξόμεθα τῆς ἐννοίας. διόπερ οὐδὲ ἀποφαίνεσθαι δυνησόμεθα, ὅτι ἔστι τὶ τινὸς αἴτιον.