Ancient Greek · ~2 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.190
Not analysed yet
εἰ δὲ μήτε τὸ αἱρεῖσθαι αὐτὸ ἀγαθόν ἐστι, μήτε ἐκτὸς ὑπόκειται τὸ δι’ αὑτὸ αἱρετόν, μήτε περὶ σῶμά ἐστι μήτε περὶ ψυχήν, ὧς ἐπελογισάμην, οὐδ’ ὅλως ἔστι τι φύσει ἀγαθόν Διὰ δὲ τὰ προειρημένα οὐδὲ κακόν τι ἔστι φύσει. τὰ γὰρ ἑτέροις δοκοῦντα εἶναι κακά, ταῦτα ἕτεροι διώκου- σιν ὡς ἀγαθά, οἷον ἀσέλγειαν ἀδικίαν φιλαργυρίαν ἀκρα- σίαν, τὰ ἐοικότα. ὅθεν εἰ τὰ μὲν φύσει πάντας ὁμοίως πέφυκε κινεῖν, τὰ δὲ λεγόμενα εἶναι κακὰ οὐ πάντας ὁμοίως κινεῖ, οὐδέν ἐστι φύσει κακόν.