Ancient Greek
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.191
Not analysed yet
Ὁμοίως δὲ οὐδ’ ἀδιάφορόν ἐστί τι φύσει διὰ τὴν περὶ τῶν ἀδιαφόρων διαφωνίαν. οἷον γοῦν οἱ μὲν Στωικοὶ (Stoic. fr. III 122 Arn.) τῶν ἀδιαφόρων φασὶ τὰ μὲν προηγμένα μένα εἷναι, τὰ δὲ ἀποπροηγμένα, τὰ δὲ οὔτε προηγμένα οὔτε ἀποπροηγμένα, ’π’ προηγμένα μὲν τὰ ἱκανὴν ἀξίαν ἔχοντα ὡς Ὑγίειαν πλοῦτον, ἀποπροηγμένα δὲ τὰ μὴ ἱκανὴν ἔχοντα ἀξίαν ὡς πενίαν νόσον, μήτε δὲ προηγμένα μήτε ἀποπροηγμένα ὡς τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον.