Ancient Greek
3.206 to 3.209
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.206-209
Not analysed yet
τό τε αἰσχρουργεῖν ἐπάρατον ὂν παρ’ ἡμὶν ὁ Ζήνων (Stoic. fr. I, 255 Arn.) οὐκ ἀποδοκιμάζει· καὶ ἄλλους δὲ ὧς ἀγαθῷ τινι τούτῳ χρῆσθαι τῷ κακῷ πυνθανόμεθα. ἀλλὰ καὶ τὸ ἀνθρωπείων γεύεσθαι σαρκῶν παρ’ ἡμῖν μὲν ἄθεσμον, παρ’ ὅλοις δὲ βαρβάροις ἔθνεσιν ἀδιάφορόν ἐστιν. καὶ τί δεῖ τοὺς βαρβάρους λέγειν, ὅπου καὶ ὁ Τυδεὺς τὸν ἐγκέφαλον τοῦ πολεμίου λέγεται φαγεῖν φαγεῖν, καὶ οἱ ἀπὸ τῆς Στοᾶς (Stoic. fr. I, 254 III, 748 Arn.) οὐκ ἄτοπον εἶναί φασι τὸ σάρκας τινὰ ἐσθίειν ἄλλων τε ἀν’ θρώπων καὶ ἑαυτοῦ; τό τε ἀνθρωπείῳ μιαίνειν αἵματι βωμὸν θεοῦ παρ’ ἡμῖν μὲν τοῖς πολλοῖς ἄθεσμον, Λάκωνες δὲ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθωσίας Ἀρτέμιδος μαστίζονται πικρῶς ὑπὲρ τοῦ πολλὴν αἵματος ἐπὶ τοῦ βωμοῦ τῆς θεοῦ γενέσθαι ῥύσιν. ἀλλὰ καὶ τῷ Κρόνῳ θύουσιν ἄνθρωπόν τινες, καθάπερ καὶ Σκύθαι τῇ Ἀρτέμιδι τοὺς ξένους· ἡμεῖς δὲ χραίνεσθαι τὰ ἱερὰ δοκοῦμεν ἀνθρώπου φόνῳ. τούς γε μὴν μοιχοὺς κολάζει παρ’ ἡμῖν νόμος, παρὰ δέ τισιν ἀδιάφορόν ἐστι ταῖς τῶν ἑτέρων γυναιξὶ μίγνυσθαι· καὶ φιλοσόφων δέ τινές φασιν ἀδιάφορον εἶναι τὸ ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι.