Ancient Greek · ~2 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.210
Not analysed yet
τοὺς πατέρας τε ὑπὸ τῶν παίδων ἐπιμελείας ἀξιοῦσθαι κελεύει παρ’ ἡμῖν νόμος· οἱ Σκύθαι δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη γενομένους αὐτοὺς ἀποσφάττουσιν. καὶ τί θαυμαστόν ,εἴγε ὁ μὲν Κρόνος τῇ ἅρπῃ τὰ αἰδοία ἐξέτεμε τοῦ πατρός, ὁ δὲ Ζεὺς τὸν Κρόνον κατεταρτάρωσεν ,ἡ δὲ Ἀθηνᾶ μετὰ Ἥρας καὶ Ποσειδῶνος τὸν πατέρα δεσμεύειν ἐπεχείρησεν; ἀλλὰ καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος ἀναιρεῖν ἔκρινεν,