Ancient Greek
3.212 to 3.213
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.212-213
Not analysed yet
νόμος τέ ἐστι τοὺς ἀνδροφόνους κολάζεσθαι· οἱ μονομάχαι δὲ φονεύοντες πολλάκις καὶ τιμῆς τυγχάνουσιν. ἀλλὰ καὶ τὸ τύπτειν ἐλευθέρους οἱ νόμοι κωλύουσιν· οἱ ἀθληταὶ δὲ τύπτοντες ἐλευθέρους ἄνδρας, πολλάκις <δὲ> καὶ ἀναιροῦντες ,τιμῶν καὶ στεφάνων ἀξιοῦνται. νόμος τε παρ’ ἡμὶν κελεύει μιᾷ συνοικεῖν ἕκαστον, Θρᾳκῶν δὲ καὶ Γαιτούλων Λιβύων δὲ ἔθνος τοῦτο) πολλαῖς ἕκαστος συνοικεῖ.