Ancient Greek · ~2 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.214
Not analysed yet
τό τε λῃστεύειν παρ’ ἡμῖν μὲν παράνομον καὶ ἄδικόν ἐστι, παρὰ δὲ πολλοῖς τῶν βαρβάρων οὐκ ἄτοπον. φασὶ δέ, ὅτι καὶ εὐκλεὲς τοῦτο οἱ Κίλικες ἐνόμιζον εἶναι, ὧς καὶ τοὺς ἐν λῃστείᾳ τελευτήσαντας τιμῆς ἀξίους εἷναι δοκεῖν. καὶ ὁ Νέστωρ δὲ παρὰ τῷ ποιητῇ, μετὰ τὸ φιλοφρονήσασθαι τοὺς περὶ τὸν Τηλέμαχον, φησὶ πρὸς αὐτοὺς (γ 72) ἦ μαψιδίως ἀλάλησθε οἶά τε ληιστῆρες; καίτοι εἰ ἄτοπον ἦν τὸ λῃστεύειν, οὐκ ἂν οὕτως αὐτοὺς φιλοφρονησάμενος διὰ τὸ ὑποπτεύειν, μὴ ἄρα τοιοῦτοί τινες εἶεν.