Ancient Greek · ~1 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.215
Not analysed yet
ἀλλὰ καὶ <τὸ> κλέπτειν παρ’ ἡμῖν μὲν ἄδικον καὶ παράνομόν ἐστιν· οἱ δὲ καὶ κλεπτίστατον εἶναι θεὸν λέγοντες τὸν Ἑρμῆν οὐκ ἄδικον τοῦτο νομίζεσθαι ποιοῦσιν πῶς γὰρ ἂν θεὸς εἴη κακός;) . φασὶ δέ τινες, ὅτι καὶ οἱ Λάκωνες τοὺς κλέψαντας ἐκόλαζον οὐ διὰ τὸ κεκλοφέναι, ἀλλὰ διὰ τὸ πεφωρᾶσθαι.