Ancient Greek
3.221 to 3.222
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.221-222
Not analysed yet
ται. <. . . >τῷ Κρόνῳ θύουσιν ἄνθρωπον ,ὃ τοῖς πλείστοις ἀσεβὲς εἶναι νομίζεται. αἴλουρον ἐν Ἀλεξανδρείᾳ τῷ Ὥρῳ θύουσι, καὶ Θέτιδι σίλφην· ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις. ἵππον τῷ Ποσειδῶνι καλλιεροῦσιν· Ἀπόλλωνι δέ, ἐξαιρέτως τῷ Διδυμαίῳ, τὸ ζῷον ἀπεχθές. αἶγας Ἀρτέμιδι θύειν εὐσεβές, ἀλλ’ οὐκ Ἀσκληπιῷ. καὶ ἄλλα δὲ τούτοις ὅμοια παμπληθῆ λέγειν ἔχων ἐῶ, τῆς συντομίας στοχαζόμενος. εἰ μέντοι τι ἦν ὅσιον φύσει θῦμα καὶ ἀνόσιον, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο. Παραπλήσια δὲ τούτοις ἔστιν εὑρεῖν καὶ τὰ ἐν τῇ κατὰ τὴν δίαιταν τῶν ἀνθρώπων θρησκείᾳ περὶ τοὺς θεούς.