Ancient Greek · ~2 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.223
Not analysed yet
Ἰουδαῖος μὲν γὰρ ἢ ἱερεὺς Αἰγύπτιος θᾶττον ἂν ἀποθάνοι ἤ χοίρειον φάγοι, Λίβυς δὲ προβατείου γεύσασθαι κρέως τῶν ἀθεσμοτάτων εἶναι δοκεῖ, Σύρων δέ τινες περιστερᾶς, ἄλλοι δὲ ἱερείων. ἰχθῦς τε ἐν τισὶ μὲν ἱεροῖς θέμις ἐσθίειν 5 ἐν ἄλλοις δὲ ἀσεβές. Αἰγυπτίων τε τῶν σοφῶν εἶναι νενομισμένων οἱ μὲν κεφαλὴν ζῴου φαγεῖν ἀνίερον εἶναι νομίζουσιν, οἱ δὲ ὠμοπλάτην, οἱ δὲ πόδα, οἱ δὲ κρόμμυον τι.