Ancient Greek
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.234
Not analysed yet
ὧς οὖν εἰ μὴ ἐγιγνώσκομεν, εἰ τύχοι, τὸ περὶ τοῦ τἀς ἀδελφὰς γαμεῖν τῶν Αἰγυπτίων ἔθος, οὐκ ἂν ὀρθῶς διεβεβαιούμεθα ὁμολογούμενον παρὰ πᾶσιν εἶναι τὸ μὴ δεῖν ἀδελφάς γαμεῖν, οὕτως οὐδὲ περὶ τῶν πραγμάτων ἐκείνων, ἐν οἶς οὐχ ὑποπίπτουσιν ἡμῖν ἀνωμαλίαι, διαγὰρ βεβαιοῦσθαι προσήκει μὴ εἷναι διαφωνίαν ἐν αὐτοῖς, ἐνδεχομένου, καθάπερ ἔφην, τοῦ παρά τισιν ἔθνεσι τῶν ἡμῖν μὴ γινωσκομένων τὴν περὶ αὐτῶν εἶναι διαφωνίαν.