Ancient Greek
3.231 to 3.233
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.231-233
Not analysed yet
(Theogn. 425) ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ’ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου, φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀί· δαο περῆσαι καὶ κεῖσθαι πολλὴν γαῖαν ἐφεσσάμενον. καὶ τὰ περὶ Κλέοβιν δὲ καὶ Βίτωνα ἴσμεν, ἅ φησιν ὁ Ἡρόδοτος ἐν τῷ περὶ τῆς Ἀργείας ἱερείας λόγῳ (I 31). ἱστοροῦνται δὲ καὶ Θρᾳκῶν ἔνιοι περικαθεσθέντες τὸν γεννηθέντα θρηνεῖν. οὐδὲ ὁ θάνατος οὖν τῶν φύσει δεινῶν εἶναι νομίζοιτο ἄν, ὥσπερ οὐδὲ τὸ ζῆν τῶν φύσει καλῶν. οὐδὲ τῶν προειρημένων τι ἐστὶ φύσει τοῖον ἢ τοῖον, νομιστὰ δὲ πάντα καὶ πρός τι. Τὸν αὐτὸν δὲ τρόπον τῆς ἐπιχειρήσεως μεταφέρειν ἔστι καὶ ἐφ’ ἕκαστον τῶν ἄλλων, ἃ μὴ ἐξεθέμεθα νῦν διὰ τὴν συντομίαν τοῦ λόγου. εἰ δὲ καὶ περί τινων μὴ ἔχομεν εἰπεῖν αὐτόθεν ἀνωμαλίαν, λεκτέον, ὅτι ἔν τισιν ἔθνεσιν ἀγνοουμένοις ἡμῖν ἐνδέχεται καὶ περὶ τούτων εἶναι διαφωνίαν.