Ancient Greek · ~2 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.237
Not analysed yet
ὁ μέντοι γε ὑποθέμενος τὸ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον ἢ μὴ πρακτέον εἶναι ταράσσεται ποικίλως. καὶ γὰρ παρόντων αὐτῷ τούτων ἃ νομίζει φύσει κακὰ εἶναι ποινηλατεῖσθαι δοκεῖ, καὶ τῶν φαινομένων ἀγαθῶν αὐτῷ γινόμενος ἐγκρατὴς ὑπό τε τοῦ τύφου καὶ τοῦ περὶ τὴν ἀποβολὴν αὐτῶν φόβου, καὶ] εὐλαβούμενος μὴ πάλιν ἐν τοῖς φύσει κακοῖς νομιζομένοις παρ’ αὐτῷ γένηται, ταραχαῖς οὐχὶ ταῖς τυχούσαις περιπίπτει·