Ancient Greek · ~2 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.238
Not analysed yet
τοὺς γὰρ ἀνα- πόβλητα εἶναι τὰ ἀγαθὰ λέγοντας ἐφέξομεν ἐκ τῆς ἀπορίας τῆς κατὰ τὴν διαφωνίαν. ὅθεν ἐπιλογιζόμεθα, ὅτι εἰ τὸ κακοῦ ποιητικὸν κακόν ἐστι καὶ φευκτόν, ἡ δὲ πεποίθησις τοῦ τάδε μὲν εἶναι φύσει ἀγαθά, τάδε δὲ κακὰ ταραχὰς ποιεῖ, κακόν ἐστι καὶ φευκτὸν τὸ ὑποτίθεσθαι καὶ πεποιθέναι φαῦλόν τι ἢ ἀγαθὸν ὧς πρὸς τὴν φύσιν εἶναι. Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκεῖ λελέχθαι περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων·