Ancient Greek · ~2 min
Book 3, κε′ εἰ ἐστι τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.249
Not analysed yet
τοιαῦτα μὲν πλεῖστα ὅσα λέγουσιν οἱ φιλόσοφοι· ἅπερ οὐκ ἂν τολμήσειαν διαπράττεσθαι, εἴγε μὴ παρὰ Κύκλωψιν ἢ Λαιστρυγόσι πολιτεύοιντο. εἰ δὲ τούτων μὲν ἀνενέργητοι παντάπασίν εἶσιν, ἃ δὲ πράττουσι, κοινὰ καὶ τῶν ἰδιωτῶν ἐστιν, οὐδὲν ἴδιον ἔργον ἐστὶ τῶν ἔχειν ὑποπτευομένων τὴν περὶ τὸν βίον τέχνην. εἰ οὖν αἱ μὲν τέχναι πάντως ὀφείλουσιν ἐκ τῶν ἰδίων ἔργων καταλαμβάνεσθαι, οὐδὲν δὲ ἴδιον ἔργον ὁρᾶται τῆς περὶ τὸν βίον λεγομένης τέχνης, οὐ καταλαμβάνεται αὕτη. διόπερ οὐδὲ διαβεβαιοῦσθαι περὶ αὐτῆς δύναταί τις, ὅτι ἐστὶν ὑπαρκτή.