Ancient Greek
Book 3, κς′ εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.250
Not analysed yet
Καὶ μὴν εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη, ἤτοι φύσει ἐγγίνεται αὐτοῖς ἢ διὰ μαθήσεως καὶ διδασκαλίας. ἀλλ’ εἰ μὲν φύσει, ἤτοι καθό εἰσιν ἄνθρωποι ἐγγίνοιτο ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη, ἢ καθὸ οὔκ εἰσιν ἄνθρωποι. καθὸ μὲν οὖν οὔκ εἰσιν ἄνθρωποι, οὐδαμῶς· οὐδὲ γὰρ οὔκ εἰσιν ἄνθρωποι. εἰ δὲ καθό εἰσιν ἄνθρωποί, πᾶσιν ἀνθρώποις ὑπῆρξεν ἂν ἡ φρόνησις, ὧς πάντας εἶναι γρονίμους τε καὶ ἐναρέτους καὶ σοφούς.