Ancient Greek
Book 3, κζ′ εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.252
Not analysed yet
Ἀλλ' οὐδὲ διδασκαλίᾳ καὶ μαθήσει ἀναλαμβάνεται. ἴνα γὰρ ὑπόστασιν ἔχῃ ταῦτα, δεῖ τρία προωμολογῆσθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ὑφέστηκεν· οὐδὲ ἡ διδασκαλία ἄρα.