Ancient Greek · ~2 min
Book 3, κη′ εἰ ἔστι τι διδασκόμενον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.253
Not analysed yet
Οἶον γοῦν τὸ διδασκόμενον ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδις· καὶ εἰ μὲν ψεῦδος, οὐκ ἂν διδάσκοιτο· ἀνύπαρκτον γάρ φασιν εἶναι τὸ ψεῦδος, ἀνυπάρκτων δὲ οὐκ ἂν εἴη διδασκαλία. ἀλλ’ οὐδ’ εἰ ἀληθὲς εἶναι λέγοιτο· ὅτι γὰρ ἀνύπαρκτόν ἐστι τὸ ἀληθές, ὑπεμνήσαμεν ἐν τοῖς περὶ κριτηρίου (II 80 sqq.) . εἰ οὖν μήτε τὸ ψεῦδος μήτε τὸ ἀληθὲς διδάσκεται, παρὰ δὲ ταῦτα διδακτὸν οὐδέν ἐστιν οὐ γὰρ δὴ τούτων ἀδιδάκτων ὄντων τοὺς ἀπόρους μόνους διδάσκειν ἐρεῖ τις), οὐδὲν διδάσκεται.