Ancient Greek
Book 3, κη′ εἰ ἔστι τι διδασκόμενον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.254
Not analysed yet
τό τε διδασκόμενον πρᾶγμα ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλ’ εἰ μὲν φαινόμενόν ἐστιν, οὐκ ἔσται διδασκαλίας δεόμενον· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως φαίνεται. εἰ δὲ ἄδηλον, ἐπεὶ τὰ ἄδηλα διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν διαφωνίαν ἀκατά- ληπτά ἐστιν, ὡς πολλά. κις ὑπεμνήσαμεν, οὐκ ἔσται διδακτόν· ὃ γὰρ μὴ καταλαμβάνει τις, πῶς ἂν τοῦτο διδάσκειν ἢ μανθάνειν δύναιτο; εἰ δὲ μήτε τὸ φαινόμενον μήτε τὸ ἄδηλον διδάσκεται, οὐδὲν διδάσκεται.