Ancient Greek
3.273 to 3.274
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.273-2-274
Not analysed yet
Αὐτίκα γοῦν, ἴνα παραδείγματος ἕνεκεν ὀλίγα ἀπὸ πολλῶν εἴπωμεν, ὠφελεῖν ἂν δοκοίη τὸν σοφὸν ἡ περὶ τὸν βίον τέχνη ἐγκράτειαν αὐτῷ παρεχομένη ἐν ταῖς πρὸς τὸ καλὸν ὁρμαῖς καὶ ἐν ταῖς ἀπὸ τοῦ κακοῦ ἀφορμαῖς. ὁ οὖν λεγόμενος κατ’ αὐτοὺς ἐγκρατὴς σοφὸς ἤτοι κατὰ τοῦτο λέγεται ἐγκρατής, καθόσον ἐν οὐδεμιᾷ γίνεται ὁρμῇ τῇ πρὸς τὸ κακὸν καὶ ἀφορμῇ τῇ ἀπὸ τοῦ ἀγαθοῦ, ἢ καθόσον εἶχε μὲν φαύλας ὁρμὰς καὶ ἀφορμάς, περιεκράτει δὲ αὐτῶν τῷ γόγῳ.