Ancient Greek · ~2 min
Book 3, λα′ εἰ ὠφελεῖ ἡ περὶ τὸν βίον τέχνη τὸν ἔχοντα ἀυτὴν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.275
Not analysed yet
ἀλλὰ κατὰ μὲν τὸ μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν εἴη ἐγκρατής· οὐ γάρ κρατήσει οὗ οὐκ ἔχει. καὶ ὡς οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδίσια καὶ τὸν κακοστομαχοῦντα πρὸς ἐδεσμάτων ἀπόλαυσιν οὐδ’ ὅλως γὰρ ἐπιζήτησις αὐτοῖς γίνεται τῶν τοιούτων, ἴνα καὶ ἐγκρατῶς κατεξαναστῶσι τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ πάθος οὗ ἔσται ἐγκρατής.