Ancient Greek · ~2 min
3.278 to 3.279
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.278-279
Not analysed yet
λεκτέον οὖν, ὅτι εἰ μήτε ἡ τῶν ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων ὑπόστασις ὁμολογεῖται, ἥ τε περὶ τὸν βίον τέχνη τάχα μὲν καὶ ἀνυπόστατός ἐστιν ,εἰ δὲ καὶ ὑφεστάναι δοθείη καθ’ ὑπόθεσιν, οὐδεμίαν ὠφέλειαν τοῖς ἔχουσιν σιναὐτὴν παρέχει, τοὐναντίον δὲ ταραχὰς αὐτοῖς ἐμποιεῖ μεγίστας, μάτην ὠφρυπωσθαι δοκοῖεν ἂν οἱ δογματικοὶ κἀν τῷ λεγομένῳ ἠθικῷ μέρει τῆς καλουμένης φιλοσοφίας. Τοσαῦτα καὶ περὶ τοῦ ἠθικοῦ τόπου συμμέτρως ὧς ἐν ὑποτυπώσει διεξελθόντες ,ἐνταῦθα περιγράφομεν καὶ τὸ τρίτον σύνταγμα καὶ τὸ πᾶν τῶν Πυρρωνείων ὑποτυπώσεων σπούδασμα, ἐκεῖνο ἐπειπόντες·