Ancient Greek · ~1 min
Book 3, λβ′ διὰ τί ὁ σκεπτικὸς ἐνίοτε ἀμυδροὺς ταῖς πιθανότησιν ἐρωτᾶν ἐπιτηδεύει λόγους.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.280
Not analysed yet
Ὁ σκεπτικὸς διὰ τὸ φιλάνθρωπος εἷναι τὴν τῶν δογματικῶν οἴησίν τε καὶ προπέτειαν κατὰ δύναμιν ἰᾶσθαι λόγῳ βούλεται. καθάπερ οὖν οἱ τῶν σωματικῶν παθῶν ἰατροὶ διάφορα κατὰ μέγεθος ἔχουσι βοηθήματα, καὶ τοῖς μὲν σφοδρῶς πεπονθόσι τὰ σφοδρὰ τούτων προσάγουσι, τοῖς δὲ κούφως τὰ κουφότερα, καὶ ὁ σκεπτικὸς οὕτως διαφόρους ἐρωτᾷ καὶ] κατὰ ἰσχύν λόγους,