Ancient Greek · ~3 min
Book 3, ς′ περὶ ὑλικῶν ἀρχῶν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.30
Not analysed yet
Περὶ μὲν οὖν τῆς δραστικῆς τοσαῦτα νῦν ἀρκέσει λελέχθαι· συντόμως δὲ καὶ περὶ τῶν ὑλικῶν καλουμένων ἀρχῶν λεκτέον. ὅτι τοίνυν αὗταί εἶσιν ἀκατάληπτοι, ἄληπτοι, ῥᾴδιον συνιδεῖν ἐκ τῆς περὶ αὐτῶν γεγενημένης διαφωνίας παρὰ τοῖς δογματικοῖς. Φερεκύδης μὲν γὰρ ὁ Σύριος γῆν εἷπε τὴν πάντων εἶναι ἀρχήν, Θαλῆς δὲ ὁ Μιλήσιος ὓδωρ, ‘Αναξίμανδρος δὲ ὁ ἀκουστὴς τούτου τὸ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Διογενὴς ὁ ‘Απολλωνιάτης ἀέρα, Ἳππασος δὲ ὁ Μεταποντῖνος πῦρ, Ξενοφάνης δὲ ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ ἀέρα, Ἵππων δὲ ὁ ’Ιππων πῦρ καὶ ὓδωρ, Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς πῦρ καὶ ὕδωρ καὶ γῆν,.