Ancient Greek · ~2 min
3.31 to 3.32
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.31-32
Not analysed yet
οἱ δὲ περὶ τόν ‘Εμπεδοκλέα καὶ τοὺς Στωικοὺς πῦρ ἀέρα ὕδωρ γῆν —περὶ γὰρ τῆς τερατολογουμένης ἀποίου παρά τισιν ὕλης, ἣν οὐδὲ αὐτοὶ καταλαμβάνειν διαβεβαιοῦνται, τί δεῖ καὶ λέγειν; οἱ δὲ περὶ Ἀριστοτέλην τὸν Περιπατητικὸν πῦρ ἀέρα ὕδωρ γῆν τὸ κυκλοφορητικὸν σῶμα, Δημόκριτος δὲ καὶ Ἐπίκουρος ἀτόμους, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ὁμοιομερείας, Διόδωρος δὲ ὁ ἐπικληθεὶς Κρόνος ἐλάχιστα καὶ ἀμερῆ σώματα, Ἡρακλείδης δὲ ὁ Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους, οἱ δὲ περὶ Πυθαγόραν τούς ἀριθμούς, οἱ. δὲ μαθηματικοὶ τά πέρατα τῶν σωμάτων, Στράτων δὲ ὁ φυσικὸς τὰς ποιότητας.